Ἡ Ὕψωσις τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ

     Εὐαγγελικό Ἀνάγνωσμα

     Ἐκ τοῦ κατὰ  Ἰωάννην ιθ΄ 6 - 11, 13 - 20 25 - 28. 30

     Τῷ καιρῷ ἐκείνῳ,  συμβούλιον  εποίησαν οἱ Ἀρχιερεῖς  καὶ οἱ Πρεσβύτεροι  κατὰ τοῦ ᾿Ιησοῦ, ὅπως  αὐτόν ἀπολέσωσι.  Καὶ παρεγένοντο πρὸς  Πιλάτον, λέγοντες· Σταύρωσον,  σταύρωσον  αὐτόν.  Λέγει  αὐτοῖς ὁ Πιλᾶτος·  Λάβετε  αὐτὸν ὑμεῖς  καὶ σταυρώσατε· ἐγὼ γὰρ  οὐχ  εὑρίσκω ἐν  αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν  αὐτῷ οἱ ᾿Ιουδαῖοι· Ἡμεῖς  νόμον ἔχομεν,  καὶ κατὰ τὸν  νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν  Υἱὸν  τοῦ Θεοῦ  ἐποίησεν. ῞Οτε  οὖν ἤκουσεν ὁ Πιλᾶτ  ος τοῦτον  τὸν  λόγον,  μᾶλλον ἐφοβήθη.  Καὶ εἰσῆλθεν  εἰς  τὸ Πραιτώριαν  πάλιν,  καὶ λέγει  τῷ ᾿Ιησοῦ·  Πόθεν  εἶ σύ; Ὁ δὲ ᾿Ιησοῦς ἀπόκρισιν  οὐκ ἔδωκεν  αὐτῷ.  Λέγει  οὖν  αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς;  οὐκ  οἶδας ὅτι ἐξουσίαν ἔχω  σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; Ἀπεκρίθη ᾿Ιησοῦς·  Οὐκ  εἶχες ἐξουσίαν  οὐδεμίαν  κατ᾿ ἐμοῦ,  εἰ μὴ ἦν  σοι δεδομένον ἄνωθεν. Ὁ οὖν  Πιλᾶτος ἀκούσας  τοῦτον  τὸν  λόγον, ἤγαγεν ἔξω  τὸν ᾿Ιησοῦν,  καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος,  εἰς  τόπον  λεγόμενον  Λιθόστρωτον, Ἑβραῑστὶ δὲ Γαββαθᾶ. Ἦν  δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα  δὲ ὡσεὶ ἕκτη·  καὶ λέγει  τοῖς ᾿Ιουδαίοις· Ἴδε ὁ Βασιλεὺς ὑμῶν.  Οἱ δὲ ἐκραύγασαν· Ἆρον, ἆρον,  σταύρωσον  αὐτόν.  Λέγει  αὐτοῖς ὁ Πιλᾶτος·  Τὸν  Βασιλέα ὑμῶν  σταυρώσω; Ἀπεκρίθησαν  οἱ Ἀἀρχιερεῖς·  Οὐκ ἔχομεν  βασιλέα,  εἰ μὴ Καίσαρα.  Τότε  οὖν  παρέδωκεν  αὐτὸν  αὐτοῖς, ἵνα  σταυρωθῇ.  Παρέλαβον  δὲ τὸν ᾿Ιησοῦν,  καὶ ἀπήγαγον.  Καὶ βαστάζων  τὸν  Σταυρὸν  αὐτοῦ, ἐξῆλθεν  εἰς  τὸν  λεγόμενον  Κρανίου  τόπον, ὃς  λέγεται Ἑβραῑστὶ Γολγοθᾶ· ὅπου  αὐτὸν ἐσταύρωσαν,  καὶ μετ᾿ αὐτοῦ ἄλλους  δύο ἐντεῦθεν  καὶ ἐντεῦθεν,  μέσον  δὲ τὸν ᾿Ιησοῦν. Ἔγραψε  δὲ καὶ τίτλον ὁ Πιλᾶτος,  καὶ ἔθηκεν ἐπὶ τοῦ Σταυροῦ. Ἦν  δὲ γεγραμμένον· ᾿Ιησοῦς ὁ Ναζωραῖος, ὁ Βασιλεὺς  τῶν ᾿Ιουδαίων.  Τοῦτον  οὖν  τὸν  τίτλον  πολλοὶ ἀνέγνωσαν  τῶν ᾿Ιουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος  τῆς  πόλεως, ὅπου ἐσταυρώθη ὁ ᾿Ιησοῦς·  καὶ ἦν  γεγραμμένον ῾Εβραῑστί, ῾Ελληνιστί, ῾Ρωμαϊστί.  Εἱστήκεισαν  δὲ παρὰ τῷ Σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ Μήτηρ  αὐτοῦ,  καὶ ἡ ἀδελφὴ τῆς  Μητρὸς  αὐτοῦ,  Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς  οὖν ἰδὼν  τὴν  Μητέρα,  καὶ τὸν  Μαθητὴν  παρεστῶτα ὃν ἠγάπα,  λέγει  τῇ Μητρί αὐτοῦ·  Γύναι, ἰδοὺ ὁ υἱός  σου. Εἶτα  λέγει  τῷ Μαθητῇ· ἰδοὺ ἡ Μήτηρ  σου. Καὶ ἀπ᾿ ἐκείνης  τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς  αὐτὴν  εἰς  τὰ ἴδια.  Μετὰ τοῦτο  εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι  πάντα ἤδη  τετέλεσται,  κλίνας  τὴν  κεφαλὴν  παρέδωκε  τὸ πνεῦμα.  Οἱ οὖν ᾿Ιουδαῖοι, ἵνα  μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν  τῷ Σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν,  (ἦν  γὰρ  μεγάλη ἡ ἡμέρα ἐκείνη  τοῦ Σαββάτου,) ἠρώτησαν  τὸν  Πιλᾶτον ἵνα  κατεαγῶσιν  αὐτῶν  τὰ σκέλη,  καὶ ἀρθῶσιν. ἦλθον  οὖν  οἱ στρατιῶται,  καὶ τοῦ μὲν  πρώτου  κατέαξαν  τὰ σκέλη,  καὶ τοῦ ἄλλου  τοῦ συσταυρωθέντος  αὐτῷ· Ἐπὶ δὲ τὸν ᾿Ιησοῦν ἐλθόντες, ὡς  εἶδον  αὐτὸν ἤδη  τεθνηκότα,  οὐ κατέαξαν  αὐτοῦ τὰ σκέλη· ἀλλ᾿ εἷς  τῶν  στρατιωτῶν  λόγχῃ αὐτοῦ τὴν  πλευρὰν ἔνυξε,  καὶ εὐθέως ἐξῆλθεν  αἷμα  καὶ ὕδωρ.  Καὶ ὁ ἑωρακὼς  μεμαρτύρηκε,  καὶ ἀληθινὴ ἐστιν ἡ μαρτυρία  αὐτοῦ.

Ἡ Ὕψωσις τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ

Εἰς τήν παγκόσμιον ὕψωσιν τοῦ Τιμίου Σταυροῦ

2014-09-12 12:02
     Ἡ γιορτὴ τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ τοῦ Κυρίου εἶναι πολὺ παλαιά. Γνωρίζουμε ὅτι αὐτὴ ὑπῆρχε ἤδη τὸν Ε΄ αἰώνα καὶ καθιερώθηκε ὡς ἀνάμνηση ἑνὸς μεγάλου γεγονότος - τῆς εὑρέσεως τοῦ τιμίου Σταυροῦ τοῦ Κυρίου.     Ἡ ἁγία Ἑλένη, μητέρα τοῦ πρώτου...

Ὕψωσις τοῦ Τιμίου Σταυροῦ

2014-09-12 11:56
     Τό ἔτος 326 μ.Χ. ἡ ἁγία Ἑλένη πῆγε στά Ἱεροσόλυμα, γιά νά προσκυνήσει τούς Ἁγίους Τόπους καί νά εὐχαριστήσει τόν Θεό γιά τίς νίκες καί τούς θριάμβους τοῦ γυιοῦ της Μ. Κωνσταντίνου. Θεῖος ζῆλος τήν ἔκανε νά χτίσει 365 Ἐκκλησίες καί Μοναστήρια, γιά νά γιορτάζει κάθε μέρα τοῦ...

Ἡ Ὕψωσις τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ

     Τὸ 326 ἡ Ἁγία Ἑλένη πῆγε στοὺς Ἁγίους Τόπους νὰ προσκυνήσει, καὶ νὰ εὐχαριστήσει τὸν Κύριο γιὰ τοὺς θριάμβους τοῦ γιοῦ της. Πηγαίνοντας ἐκεῖ ἡ Ἁγία Ἑλένη ἀρχίζει νὰ ἀναζητᾶ τὸν Τίμιο Σταυρό. Φτάνοντας στὸ Γολγοθὰ διατάζει νὰ γκρεμιστεῖ ὁ ναὸς τῆς Θεᾶς Ἀφροδίτης. Ἐκεῖ βρίσκουν τρεῖς σταυρούς. Καὶ μὴν ξέροντας ποιὸς ἀπὸ τοὺς τρεῖς εἶναι ὁ Τίμιος Σταυρὸς, ὁ Ἐπίσκοπος Ἱεροσολύμων, ἀκούμπησε κάποιας εὐσεβέστατης νεκρῆς γυναίκας τὸ σῶμα της διαδοχικὰ καὶ στοὺς τρεῖς σταυρούς. Μόλις ἀκούμπησε ἡ γυναίκα στὸν Τίμιο Σταυρὸ ἀναστήθηκε.

     Μαθεύτηκε γρήγορα τὸ νέο καὶ πλῆθος κόσμου ἄρχισε νὰ ἔρχεται γιὰ νὰ προσκυνήσουν. Ὕψωσαν τὸν Τίμιο Σταυρὸ μέσα στὸ ναὸ καὶ σὲ μέρος ψηλὸ γιὰ νὰ μπορέσουν νὰ τὸν δοῦν καὶ νὰ τὸν προσκυνήσουν ὅλοι.
     Ὁ Σταυρὸς εἶναι τὸ ὅπλο ὅλων τῶν χριστιανῶν κατὰ τοῦ διαβόλου.

Ἀπολυτίκιον. Ἦχος α'.
Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

https://www.synaxarion.gr/gr/sid/642/sxsaintinfo.aspx