Κυριακή ΙΒ’ Ματθαίου

alt

Εὐαγγελικό Κείμενο

Ματθ. ιθ΄ 16 - 26

     Τῷ  καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν αὐτῷ καὶ λέγων·  Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν  αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς. εἰ δὲ θέλεις  εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς. 18 λέγει αὐτῷ· Ποίας; ὁ  δὲ Ἰησοῦς εἶπε· Τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, 19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς  σεαυτόν. 20 λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ  νεότητός μου· τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος  εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν  οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον  ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23 Ὁ δὲ Ἰησοῦς εἶπε  τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν  βασιλείαν τῶν οὐρανῶν. 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι  κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ  εἰσελθεῖν. 25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα  λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν  αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

Κηρύγματα Κυριακῆς ΙΒ’ Ματθαίου

ΚΥΡΙΑΚΗ ΙΒ' ΜΑΤΘΑΙΟΥ

2014-08-25 09:35
«εἰ θέλεις τέλειος εἶναι»    Πολλές παρεξηγήσεις μπορεῖ νά δημιουργήσει ἡ περικοπή τοῦ Εὐαγγελίου, πού διαβάζεται τή σημερινή Κυριακή, καί αὐτό ἄν μονάχα ἐπιχειρήσουμε μιά ἐπιφανειακή προσέγγισή της, καί ἐνδεχομένως νά νομίσουμε, ὅτι ὁ Χριστός διδάσκοντάς την ζητάει ἀπό τόν ἄνθρωπο...

Ὁ πλούσιος νέος

2014-08-25 09:10
Ἀγαποῦσε τόν πλησίον του;     Κάποια μέρα πλησίασε τόν Κύριο ἕνας πλούσιος νέος καί τόν ρώτησε μέ ἐνδιαφέρον πολύ: Διδάσκαλε ἀγαθέ, τί νά κάνω γιά νά ἀποκτήσω τήν αἰώνια ζωή;      Καί ὁ Κύριος του ἀπάντησε: Γιατί μέ ὀνομάζεις ἀγαθό, ἀφοῦ μέ θεωρεῖς ἕναν ἁπλό...