Κυριακὴ πρὸ τῶν Φώτων

    Εὐαγγελικὸ ἀνάγνωσμα 
 
    Ἐκ τοῦ κατὰ Μᾶρκον, α΄ 1 - 8
    ᾿Αρχὴ τοῦ εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. ῾Ως γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,ἐγένετο ᾿Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ᾿Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ ᾿Ιορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ ᾿Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ.

Κυριακὴ πρὸ τῶν Φώτων

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ

2024-12-31 09:09
Μετὰ τὰ Χριστούγεννα, ἀγαπητοὶ ἀδελφοί,  ἑτοιμαζόμαστε νὰ ἑορτάσουμε τὰ ἅγια Θεοφάνεια. Ὁ Χριστὸς γεννήθηκε στὴν Βηθλεέμ, μεγάλωσε στὴν Ναζαρέτ, ἄρχισε ὅμως τὴν δημόσια κηρυκτικὴ καὶ θαυματουργικὴ δράση Του μὲ τὴν Βάπτισή Του. Μέχρι ἐκείνη τὴν στιγμὴ παρέμενε κρυμμένος ἀπ’ τὰ μάτια τῶν πολλῶν...

Τὸ Εὐαγγέλιο τοῦ Ἰησοῦ Χριστοῦ (Κυριακὴ πρὸ τῶν Φώτων)

2024-12-31 09:08
    Ἴωανν. Δ. Καραβιδόπουλου, καθηγ. Πᾶν/μιου       Τὸ σημερινὸ εὐαγγελικὸ ἀνάγνωσμα ἀπὸ τὴν ἀρχὴ τοῦ κατὰ Μᾶρκον εὐαγγελίου μᾶς παρουσιάζει τὴ ζωὴ καὶ τὴ φωνὴ τοῦ «βοῶντος ἐν τῇ ἐρήμῳ» Ἰωάννου τοῦ βαπτιστοῦ. Ἡ φωνὴ αὐτὴ προαναγγέλλει τὸν Μεσσία...

Κυριακὴ πρὸ τῶν Φώτων

2024-12-31 09:04
  Τοῦ Ἀρχιμανδρίτου Παϊσίου Λαρεντζάκη , Ἱεροκήρυκος τῆς Ἱερᾶς Ἀρχιεπισκοπῆς Κρήτης        «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποεῖτε τὰς τρίβους αὐτοῦ».      Ἡ σημερινὴ Κυριακὴ στὴ γλῶσσα τῆς Ἐκκλησίας...